Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πυθόμενος δ᾽ ὁ Πομπήιος οὐχ ὑπέμεινεν εἰς ὄψιν
ἐλθεῖν, δεινὴ γὰρ αὐτὸν αἰδὼς εἶχε πρὸς τὸν ἄνδρα μεγάλους
ἠγωνισμένον ἀγῶνας ὑπὲρ αὐτοῦ καὶ πολλὰ πρὸς χάριν ἐκείνῳ
πεπολιτευμένον, ἀλλὰ Καίσαρι γαμβρὸς ὢν δεομένῳ προὔδωκε τὰς παλαιὰς
χάριτας καὶ κατὰ θύρας ἄλλας ὑπεξελθὼν ἀπεδίδρασκε τὴν ἔντευξιν. οὕτω
δὴ προδοθεὶς ὁ Κικέρων ὑπ᾽ αὐτοῦ καὶ γεγονὼς ἔρημος ἐπὶ τοὺς ὑπάτους
κατέφυγε,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.