Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὡς ἔοικεν, ἐν ὅπλοις ἀθαρσής, ἀλλὰ καὶ τῷ
λέγειν μετὰ φόβου προσῄει, καὶ μόλις ἂν ἐπαύσατο 1 παλλόμενος καὶ τρέμων
ἐπὶ πολλῶν ἀγώνων ἀκμὴν τοῦ λόγου καὶ κατάστασιν λαβόντος. Λικιννίῳ
δὲ Μουρήνᾳ φεύγοντι δίκην ὑπὸ Κάτωνος βοηθῶν, καὶ φιλοτιμούμενος
Ὁρτήσιον ὑπερβαλεῖν εὐημερήσαντα, μέρος οὐδὲν ἀνεπαύσατο τῆς νυκτός,
ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ
φανῆναι. [p. 172]
1 ἂν ἐπαύσατο Graux with D (ἀνεπαυσατο Ma): ἐπαύσατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.