Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν μὲν οὖν τῇ βουλῇ ψηφιζομένων αὐτῷ
θρίαμβον ἥδιον ἂν ἔφη παρακολουθῆσαι Καῖσαρ ι θριαμβεύοντι συμβάσεων
γενομένων ἰδίᾳ δὲ συνεβούλευε πολλὰ μὲν Καίσαρι γράφων, [p. 176]
πολλὰ δ᾽ αὑτοῦ Πομπηίου δεόμενος, πραΰνων ἑκάτερον καὶ παραμυθούμενος,
ὡς δ᾽ ἦν ἀνήκεστα καὶ Καίσαρος ἐπερχομένου Πομπήιος οὐκ ἔμεινεν,
ἀλλὰ μετὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν τὴν πόλιν ἐξέλιπε, ταύτης μὲν
ἀπελείφθη τῆς φυγῆς ὁ Κικέρων, ἔδοξε δὲ Καίσαρι προστίθεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.