Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐπεὶ δ᾽ ἀρξάμενος λέγειν ὁ Κικέρων
ὑπερφυῶς ἐκίνει καὶ προὔβαινεν αὐτῷ πάθει τε
ποικίλος καὶ χάριτι θαυμαστὸς ὁ λόγος, πολλὰς μὲν ἱέναι χρόας ἐπὶ τοῦ
προσώπου τόν Καίσαρα, πάσας δὲ τῆς ψυχῆς τρεπόμενον τροπὰς κατάδηλον
εἶναι, τέλος δὲ τῶν κατὰ Φάρσαλον ἁψαμένου τοῦ ῥήτορος ἀγώνων ἐκπαθῆ
γενόμενον τιναχθῆναι τῷ σώματι καὶ τῆς χειρὸς ἐκβαλεῖν ἔνια τῶν
γραμματείων, τόν γοῦν ἄνθρωπον ἀπέλυσε τῆς αἰτίας βεβιασμένος. [p. 184]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.