Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πλὴν ἕν γέ τι φρονήσας μέτριον ἐν τούτοις Πομπωνίᾳ τῇ Κοΐντου
γυναικὶ τὸν Φιλόλογον παρέδωκεν. ἡ δὲ κυρία
γενομένη τοῦ σώματος ἄλλαις τε δειναῖς ἐχρήσατο τιμωρίαις, καὶ τάς σάρκας
ἀποτέμνοντα τάς αὐτοῦ κατὰ μικρὸν ὀπτᾶν, εἶτ᾽ ἐσθίειν ἠνάγκασεν.
οὕτω γὰρ ἔνιοι τῶν συγγραφέων ἱστορήκασιν ὁ δ᾽ αὐτοῦ τοῦ Κικέρωνος
ἀπελεύθερος Τίρων τὸ παράπαν οὐδὲ μέμνηται τῆς τοῦ Φιλολόγου προδοσίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.