Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ γὰρ ἔθυε καὶ μετεδίδου τούτων ἀφθόνως αὐτοῖς, καὶ ἐπιτιθεὶς στεφάνους καὶ κατακλιθεὶς εἱστιᾶτο μετὰ τῶν φίλων, λέγεται δὲ τάχιον ἢ διεγνώκει πρὸς τὴν πρᾶξιν ὁρμῆσαι, συναισθόμενος οἰκέτην ἕνα τῶν συνειδότων τὴν πρᾶξιν ἔξω παρὰ γυναικὶ κεκοιμημένον ἧς ἤρα. καὶ φοβηθεὶς μήνυσιν, ἐπειδὴ μέσον ἡμέρας ἦν καὶ τοὺς φύλακας ᾔσθετο καθεύδοντας ὑπὸ τῆς μέθης, ἐνδυσάμενος τὸν χιτῶνα καὶ τὴν ῥαφὴν ἐκ τοῦ δεξιοῦ
[p. 134]
παραλυσάμενος ὤμου, γυμνῷ τῷ ξίφει μετὰ τῶν φίλων ἐξεπήδησεν ἐνεσκευασμένων ὁμοίως, δεκατριῶν ὄντων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.