Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐφύλαττον: ὀλίγῳ δὲ ὕστερον ἵππον ἑαυτῇ παρασκευάσασα καὶ χρυσίδιον οὐ πολὺ νυκτὸς ἀπέδρα, καὶ διώξασα συντόνως ἐπὶ Ταίναρον, ἐκεῖθεν ἐπέβη νεὼς εἰς Αἴγυπτον πλεούσης: καὶ διεκομίσθη πρὸς τόν ἄνδρα καὶ συνδιήνεγκεν αὐτῷ τόν ἐπὶ ξένης βίον ἀλύπως καὶ ἱλαρῶς. αὕτη τότε τὴν Κρατησίκλειαν ὑπὸ τῶν στρατιωτῶν ἐξαγομένην ἐχειραγώγει, τόν τε πέπλον αὐτῆς ὑπολαμβάνουσα, καὶ θαρρεῖν παρακαλοῦσα μηδέν τι μηδ᾽ αὐτὴν ἐκπεπληγμένην τόν θάνατον, ἀλλ᾽ ἓν μόνον αἰτουμένην, πρὸ τῶν παιδίων ἀποθανεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

