previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δὲ καὶ τύχην τινὰ τῶν ἀνδρῶν ἑκατέρου τοῖς σφάλμασι προσοιστέον, ἀνέλπιστος μὲν Πομπηΐου Ῥωμαίοις, Ἀγησίλαος δὲ Λακεδαιμονίους ἀκούοντας καὶ προειδότας οὐκ εἴασε φυλάξασθαι τὴν χωλὴν βασιλείαν. καὶ γὰρ εἰ μυριάκις ἠλέγχθη Λεωτυχίδης ἀλλότριος εἶναι καὶ νόθος, οὐκ ἂν ἠπόρησαν Εὐρυπωντίδαι γνήσιον καὶ ἀρτίποδα τῇ Σπάρτῃ βασιλέα παρασχεῖν, εἰ μὴ δι᾽ Ἀγησίλαον ἐπεσκότησε τῷ χρησμῷ Λύσανδρος.

[2] οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδ᾽ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδ᾽ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται. [3] τίθεμαι δὲ [p. 330] κἀκεῖνο τὸ ἀμιμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις, οὐ γάρ, ὡς Πομπήϊος, ἀφ᾽ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: