This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ πᾶσι δὲ τῆς τελευτῆς τὸν μὲν οἰκτείραι τις ἄν, ἄνδρα πρεσβύτην δι᾽ ἀγέννειαν ὑπὸ οἰκετῶν ἄνω καὶ κάτω περιφερόμενον καὶ περιφεύγοντα τὸν θάνατον καὶ ἀποκρυπτόμενον τοὺς οὐ πολὺ πρὸ τῆς φύσεως ἥκοντας ἐπ᾽ αὐτόν, εἶτ̓ ἀποσφαγέντα: τοῦ δ᾽, εἰ καὶ μικρὰ πρὸς τὴν ἱκετείαν ἐνέδωκεν, ἀγαστὴ μὲν ἡ παρασκευὴ τοῦ φαρμάκου καὶ τήρησις, ἀγαστὴ δ᾽ ἡ χρῆσις, ὅτι τοῦ θεοῦ μὴ παρασχόντος αὐτῷ τὴν ἀσυλίαν, ὥσπερ ἐπὶ μείζονα βωμὸν καταφυγών, ἐκ τῶν ὅπλων καὶ τῶν δορυφόρων λαβὼν ἑαυτὸν ᾤχετο, τῆς Ἀντιπάτρου καταγελάσας ὠμότητος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.