Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτ᾽ ἀγορὰν ἔχοντα μήτ᾽, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας.
ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.