previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς οὖν Λατῖνος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν ὅστις ἦν τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστιγοῦντες ἐξήγαγον δι᾽ ἀγορᾶς, εἶτ᾽ ἐθανάτωσαν. συμφωνησάντων οὖν τῶν ἱερέων τε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν.

[2] ἔοικεν οὖν Νομᾶς τά τ᾽ ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξηγητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι πρὸς εὐλάβειαν αὐτοῖς. ὅταν γὰρ ἄρχοντες ἱερεῖς πράττωσί τι τῶν θείων, κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν, ‘Ὃκ ἄγε.’ σημαίνει δ᾽ φωνή, τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβαλεῖν μεταξὺ μηδὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα. [3] θυσίας δὲ καὶ πομπὰς καὶ θέας [p. 180] οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰς Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν, ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος προσκρούσματος γίνεσθαι δοκοῦντος. τοιαύτη μὲν εὐλάβεια πρὸς τὸ θεῖον Ῥωμαίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: