Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφ᾽: ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ
φύλακες ἢ τὴν ἀπ᾽ οἰωνῶν πάτριον οὖσαν ἐκ
παλαιῶν
μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις: λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.