Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας,
καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους, ὥρᾳ θέρους νότον περιμένοντας. Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος παρέπλευσε τὸν Πάχυνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.