previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὴν Φιλίστου τελευτὴν Διονύσιος ἔπεμπε πρὸς Δίωνα τὴν μὲν ἀκρόπολιν ἐκείνῳ παραδιδοὺς καὶ τὰ ὅπλα καὶ τοὺς μισθοφόρους καὶ πέντε μηνῶν ἐντελῆ τούτοις μισθόν, αὐτὸς δὲ ἀξιῶν ὑπόσπονδος εἰς Ἰταλίαν ἀπελθεῖν [p. 80] κἀκεῖ κατοικῶν καρποῦσθαι τῆς Συρακουσίας τὸν καλούμενον Γύαρτα, πολλὴν καὶ ἀγαθὴν χώραν ἀνήκουσαν ἀπὸ θαλάττης εἰς τὴν μεσόγειον. [2] οὐ προσδεξαμένου δὲ τοῦ Δίωνος, ἀλλὰ δεῖσθαι τῶν Συρακουσίων κελεύσαντος, οἱ μὲν Συρακούσιοι ζῶντα λήψεσθαι τὸν Διονύσιον ἐλπίσαντες ἀπήλασαν τοὺς πρέσβεις, ἐκεῖνος δὲ τὴν μὲν ἄκραν Ἀπολλοκράτει, τῷ πρεσβυτέρῳ τῶν παίδων, παρέδωκεν, αὐτὸς δὲ πνεῦμα τηρήσας ἐπίφορον καὶ τὰ τιμιώτατα τῶν σωμάτων καὶ τῶν χρημάτων ἐνθέμενος εἰς τὰς ναῦς λαθὼν τὸν ναύαρχον Ἡρακλείδην ἐξέπλευσεν.

[3] δὲ κακῶς ἀκούων καὶ θορυβούμενος ὑπὸ τῶν πολιτῶν Ἵππωνά τινα τῶν δημαγωγῶν καθίησι προκαλεῖσθαι τὸν δῆμον ἐπὶ γῆς ἀναδασμόν, ὡς ἐλευθερίας ἀρχὴν οὖσαν τὴν ἰσότητα, δουλείας δὲ τὴν πενίαν τοῖς ἀκτήμοσι. συνηγορῶν δὲ τούτῳ καὶ τὸν Δίωνα καταστασιάζων ἐναντιούμενον ἔπεισε τοὺς Συρακουσίους ταῦτά ψηφίσασθαι καὶ τῶν ξένων τὸν μισθὸν ἀποστερεῖν καὶ στρατηγοὺς ἑτέρους ἑλέσθαι, τῆς ἐκείνου βαρύτητος ἀπαλλαγέντας. [4] οἱ δ᾽, ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας τῆς τυραννίδος εὐθὺς ἐπιχειροῦντες ἐξανίστασθαι, καὶ πράττειν τὰ τῶν αὐτονομουμένων παρὰ καιρόν, ἐσφάλλοντο μὲν αὐτοὶ ταῖς πράξεσιν, ἐμίσουν δὲ τὸν Δίωνα βουλόμενον ὥσπερ ἰατρὸν ἐν ἀκριβεῖ καὶ σωφρονούσῃ διαίτῃ κατασχεῖν τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: