previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν: οἱ δὲ ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες, οὐδεμιᾶς ἐφείδοντο φωνῆς τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας, ἀδελφιδοῦς ὄντας αὐτῷ. [2] φανερώταται δὲ καὶ μέγισται τῶν εἰς φθόνον καὶ μῖσος αἰτιῶν ὑπῆρχον τοῦ βίου διαφορὰ καὶ τὸ τῆς διαίτης ἄμιικτον. οἱ μὲν γὰρ, εὐθὺς ἐξ ἀρχῆς νέου τυράννου καὶ τεθραμμένου φαύλως ὁμιλίαν καὶ συνήθειαν ἡδοναῖς καὶ κολακείαις καταλαμβάνοντες, ἀεί τινας ἔρωτας καὶ διατριβὰς ἐμηχανῶντο ῥεμβώδεις περὶ πότους καὶ γυναῖκας, καὶ παιδιὰς ἑτέρας ἀσχήμονας, [3] ὑφ᾽ ὧν τυραννὶς, ὥσπερ σίδηρος, μαλασσομένη, τοῖς μὲν ἀρχομένοις ἐφάνη φιλάνθρωπος, καὶ τὸ λίαν ἀπάνθρωπον ὑπανῆκεν, οὐκ ἐπιεικείᾳ τινὶ [p. 16] μᾶλλον ῥᾳθυμίᾳ τοῦ κρατοῦντος ἀμβλυνομένη. ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν. [4] ἡμέρας γὰρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: