Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους τούτου πρώτους τῇ δι᾽ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖται: χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων Φάβιοι προσηγορεύθησαν. πολλοὺς δὲ καὶ μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρτος ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

