Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἔστι δ᾽ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν
[p. 136]
αὐλὼν δ᾽ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου, καὶ θῖνας ἄμμου βαθείας ἔχει, καὶ τελευτᾷ πρὸς αἰγιαλὸν κυματώδη καὶ δύσορμον. ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δ᾽ ἄλλον στρατὸν ὑπὲρ τῶν ἄλλων ἄκρων ἐν καλῷ καθίσας διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων, καὶ συνετάραξεν ἅπαν τὸ στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

