previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ Τίτος παρ᾽ αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, δι᾽ ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι. [2] διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον. ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον.

[3] ἐπεὶ δὲ βαδίζοντες ἐπ᾽ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν [p. 340] ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα δι᾽ Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρ᾽ αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον. [4] μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς ἀρίστους τῶν ἀνταγωνιστῶν δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς ἤρξατο μὲν, οἷα πρὸ μάχης φιλεῖ, διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: