previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔδοξεν οὖν περὶ μέσας νύκτας εἰς τὴν παρεμβολὴν παραγαγόντας ἀναδεικνύειν αὐτοκράτορα τὸν Νυμφίδιον. πρῶτος δὲ τῶν χιλιάρχων Ἀντώνιος Ὁνωράτος ἑσπέρας γενομένης τοὺς ὑφ᾽ ἑαυτῷ στρατιώτας συναγαγὼν ἐκάκιζε μὲν αὑτόν, ἐκάκιζε δὲ ἐκείνους ἐν ὀλίγῳ χρόνῳ τροπὰς τοσαύτας τρεπομένους κατ᾽ οὐδένα λογισμὸν οὐδὲ αἵρεσιν ἀμεινόνων, ἀλλὰ δαίμονός τινος αὐτοὺς ἐκ προδοσίας εἰς προδοσίαν ἐλαύνοντος. [2] καὶ τὰ μὲν πρῶτα προφάσεις ἔχειν τὰ Νέρωνος ἐγκλήματα: νῦν δὲ Γάλβαν προδιδόναι, τίνα φόνον μητρὸς ἐγκαλοῦντας σφαγὴν γυναικός, ποίαν αἰδουμένους θυμέλην τραγῳδίαν τοῦ αὐτοκράτορος; ‘ἀλλ᾽ οὐδὲ ἐκεῖνον ἐπὶ τούτοις ὑπεμείναμεν ἐγκαταλιπεῖν, ἀλλὰ Νυμφιδίῳ πεισθέντες ὅτι πρῶτος ἡμᾶς ἐγκατέλιπε καὶ πέφευγεν εἰς Αἴγυπτον. [3] πότερον οὖν Νέρωνι Γάλβαν ἐπιθυσώμεθα, καὶ τὸν ἐκ Νυμφιδίας ἑλόμενοι Καίσαρα τὸν ἐκ Λιβίας ἀνέλωμεν, ὡς τὸν ἐξ [p. 234] Ἀγριππίνης ἀνείλομεν; τούτῳ δίκην ἐπιθέντες ὧν δέδρακε, τιμωροὶ μὲν Νέρωνος, Γάλβα δὲ φύλακες ἀγαθοὶ καὶ πιστοὶ φανῶμεν;’

ταῦτα λέγοντι τῷ χιλιάρχῳ προσέθεντο πάντες οἱ στρατιῶται, καὶ τοὺς ἄλλους προσιόντες ἐμμένειν παρεκάλουν τῇ πρὸς τὸν αὐτοκράτορα πίστει: [4] καὶ τοὺς πλείους μετέστησαν. ἀρθείσης δὲ βοῆς, εἴτε πεισθεὶς Νυμφίδιος, ὥς φασιν ἔνιοι, καλεῖν αὐτὸν ἤδη τοὺς στρατιώτας, εἴτε προλαβεῖν σπεύδων τὸ θορυβοῦν ἔτι καὶ διστάζον, ὑπὸ φωτὶ πολλῷ προῄει, λόγον τινὰ κομίζων ἐν βιβλίῳ γεγραμμένον ὑπὸ Κιγγωνίου Βάρρωνος, ὃν ἐκμεμελετήκει πρὸς τοὺς στρατιώτας εἰπεῖν. [5] ἰδὼν δὲ κεκλεισμένας τοῦ στρατοπέδου τὰς πύλας καὶ περὶ τὰ τείχη πολλοὺς ὡπλισμένους ἔδεισε: καὶ προσιὼν ἠρώτα τί βούλονται καί τινος κελεύσαντος ἐν ὅπλοις γεγόνασιν. ἀπαντώσης δ᾽ αὐτῷ παρὰ πάντων μιᾶς φωνῆς, Γάλβαν αὐτοκράτορα γινώσκειν, κἀκεῖνος ὁμόσε χωρῶν ἐπευφήμει καὶ τοὺς ἑπομένους ἐκέλευε. [6] τῶν δὲ παρὰ τὰς πύλας παρέντων αὐτὸν εἰσελθεῖν μετ᾽ ὀλίγων αὐτὸς ἀκοντίζεται λόγχῃ: καὶ ταύτην μὲν ἐδέξατο πρὸ αὐτοῦ θυρεῷ Σεπτίμιος, ἄλλων δὲ γυμνοῖς ξίφεσιν ἐπιφερομένων φυγὼν καὶ διωχθεὶς ἐν οἰκήματι στρατιώτου σφάττεται. καὶ τὸν νεκρὸν εἰς μέσον ἑλκύσαντες καὶ περιβαλόντες κιγκλίδα θέαμα τοῖς βουλομένοις μεθ᾽ ἡμέραν παρέσχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: