previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀφισταμένων δὲ πολλῶν τοῦ Νέρωνος καὶ πάντων ἐπιεικῶς τῷ Γάλβᾳ προστιθεμένων, μόνος Κλώδιος Μάκρος ἐν Λιβύῃ καὶ Οὐεργίνιος Ῥοῦφος ἐν Γαλατίᾳ τοῦ Γερμανικοῦ στρατεύματος ἡγούμενος αὐτοὶ καθ᾽ ἑαυτοὺς ἔπραττον, οὐ τὴν αὐτὴν αἵρεσιν ἔχοντες, ἀλλ᾽ μὲν Κλώδιος, [2] ἐν ἁρπαγαῖς πραγμάτων γεγονὼς καὶ φόνοις ἀνδρῶν δι᾽ ὠμότητα καὶ πλεονεξίαν, δῆλος ἦν ἐν τῷ μήτε κατέχειν μήτε ἀφιέναι τὴν ἀρχὴν δύνασθαι περιφερόμενος; Οὐεργίνιος δὲ ταγμάτων ἐπιστατῶν δυνατωτάτων πολλάκις αὐτὸν ἀναγορευόντων αὐτοκράτορα καὶ [p. 218] βιαζομένων οὔτε αὐτὸς ἔφη λήψεσθαι τὴν ἡγεμονίαν οὔτε ἄλλῳ περιόψεσθαι διδομένην, ὃν ἂν μὴ σύγκλητος ἕληται. [3] ταῦτα τὸν Γάλβαν οὐ μετρίως ἐθορύβει τὸ πρῶτον: ἐπεὶ δὲ τὰ Οὐεργινίου καὶ Οὐίνδικος στρατεύματα τρόπον τινὰ βίᾳ τοὺς ἡγεμόνας, ὥσπερ ἡνιόχους κρατῆσαι χαλινῶν μὴ δυνηθέντας, εἰς μάχην ἐξενεγκόντα μεγάλην συνέρραξαν, καὶ Οὐίνδικος ἑαυτὸν ἀνελόντος ἐπὶ δισμυρίοις Γαλατῶν πεσοῦσι, διῆλθε λόγος ὡς βουλομένων πάντων ἐπὶ νίκῃ τοσαύτῃ τὸν Οὐεργίνιον ἀναδέξασθαι τὴν ἡγεμονίαν πάλιν μεταβαλουμένων πρὸς Νέρωνα, [4] τότε δὴ παντάπασι περίφοβος γενόμενος Γάλβας ἔγραψε τῷ Οὐεργινίῳ, παρακαλῶν κοινοπραγεῖν καὶ διαφυλάσσειν ἅμα τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν Ῥωμαίοις: αὖθις δὲ μετὰ τῶν φίλων εἰς Κλουνίαν, Ἰβηρικὴν πόλιν, ἀναχωρήσας ἐν τῷ μετανοεῖν περὶ τῶν γεγονότων καὶ ποθεῖν τὴν συνήθη καὶ σύντροφον ἀπραγμοσύνην μᾶλλον πράττειν τι τῶν ἀναγκαίων διέτριβεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: