Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐκεῖθεν δ᾽ ἀναχθεὶς ἐπ᾽ Αἰγύπτου τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασωθεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ καταπλέοντι, κεκοσμημένος ἐκπρεπῶς: καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφροσύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασιλείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐτόθι καταχθέντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.