Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, ἀλλ᾽ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμας τε καὶ μηρούς, ἃ μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης οὐ γὰρ ἐδέξαντο τοὺς Ῥωμαίους, ἀλλ᾽ ἀλαλάξαντες καὶ φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενομένου μήθ᾽ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας μυριάδας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.