Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ δὲ
πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ
ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφ᾽ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δ᾽ ἐξελάσας ἐν ἀρχῇ μετ᾽ ὀλίγων ἔφευγε: καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθ᾽ ἑτέρας ὁδοὺς κελεύσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.