Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον,
[p. 168]
ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι: καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ‘ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλ᾽ εἰ προῖκά εἰμι πικρός,’ ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.