Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον
μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι,
τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον
εἰς Λάμιαν συνελάσας: ὅτε καί φασι τὴν
μὲν πόλιν ἐλπίδος1 μεγάλης γενομένην ἑορτάζειν
εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ
Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, ‘πάνυ μὲν οὖν,’ ἔφη, ‘βεβουλεῦσθαι δὲ ἐκεῖνα.’ καί πάλιν ἄλλων ἐπ᾽ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ
[p. 198]
στρατοπέδου, ‘Πότα ἄρα,’ φάναι, ‘παυσόμεθα νικῶντες;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.