Click on a word to bring up parses, dictionary entries, and frequency statistics
̣̣Ὡς
οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις; ταῦτα ἔδοξεν ὑπ᾽ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ Τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλόσοφον Τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν ὥστε οἴεσθαι μήτε ὕβριν εἶναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.