Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὑποκινουμένων δὲ πρὸς ταῦτα τῶν Ἀθηναίων, βουλόμενος ἐντυχεῖν αὐτοῖς ὁ Νικάνωρ, ἐν Πειραιεῖ βουλῆς γενομένης, παρῆλθε, τῷ Φωκίωνι ἐμπιστεύσας τὸ σῶμα. Δερκύλλου δὲ τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ συλλαβεῖν αὐτὸν ἐπιχειρήσαντος, ἐκεῖνος μὲν προαισθόμενος ἐξεπήδησε, καὶ φανερὸς ἦν εὐθὺς ἀμυνούμενος τὴν πόλιν, ὁ δὲ Φωκίων ἐπὶ τῷ προέσθαι τὸν ἄνδρα καὶ μὴ κατασχεῖν ἐγκαλούμενος ἔφη πιστεύειν μὲν τῷ Νικάνορι καὶ μηδὲν ἀπ᾽ αὐτοῦ προσδοκᾶν δεινόν εἰ δὲ μή, μᾶλλον ἐθέλειν ἀδικούμενος ἢ ἀδικῶν φανερὸς γενέσθαι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.