Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοῦτο δὲ ὑπὲρ αὐτοῦ μὲν ἄν τινι σκοποῦντι δοκοίη καλοκαγαθικῶς λελέχθαι καὶ γενναίως: ὁ δὲ εἰς πατρίδος ἀποκινδυνεύων σωτηρίαν, καὶ ταῦτα στρατηγὸς καὶ ἄρχων, οὐκ οἶδα μὴ μεῖζόν τι παραβαίνει καὶ πρεσβύτερον τὸ πρὸς τοὺς πολίτας δίκαιον, οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι φοβούμενος μὲν εἰς πόλεμον ἐμβαλεῖν τὴν πόλιν ὁ Φωκίων ἀπέσχετο τοῦ Νι. κάνορος,
ἄλλως δὲ προὐβάλλετο τὴν πίστιν καὶ τὸ δίκαιον, ὅπως αἰδούμενος ἐκεῖνος ἡσυχίαν ἄγῃ καὶ μηδὲν ἀδικῇ τοὺς Ἀθηναίους:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.