Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐνταῦθα δὴ θεὶς ὁ Πολυσπέρχων τὸν χρυσοῦν οὐρανίσκον, καὶ καθίσας ὑπ᾽ αὐτῷ τὸν βασιλέα καὶ τοὺς φίλους, τὸν μὲν Δείναρχον εὐθὺς ἐκ προόδου λαβεῖν ἐκέλευσε καὶ στρεβλώσαντας ἀποκτεῖναι, τοῖς δὲ Ἀθηναίοις ἀπέδωκε λόγον. ὡς δὲ θόρυβον καὶ κραυγὴν ἐποίουν ἀντικατηγοροῦντες ἀλλήλων ἐν τῷ συνεδρίῳ, καὶ προσελθὼν ὁ Ἁγνωνίδης εἶπεν, ‘ἅπαντας ἡμᾶς εἰς μίαν ἐμβαλόντες γαλεάγραν Ἀθηναίοις ἀναπέμψατε λόγον ὑφέξοντας,’ ὁ μὲν βασιλεὺς ἐγέλασεν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.