Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἱ δὲ
ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες εἷς δὲ καὶ προσέπτυσεν ἐξεναντίας προσελθών. ὅτε καὶ τὸν Φωκίωνα λέγεται βλέψαντα πρὸς τοὺς ἄρχοντας εἰπεῖν ‘οὐ παύσει τις ἀσχημονοῦντα τοῦτον;’ ἐπεὶ δὲ Θούδιππος ἐν τῷ δεσμωτηρίῳ γενόμενος καὶ τὸ κώνειον ὁρῶν τριβόμενον ἠγανάκτει καὶ κατέκλαιε τὴν συμφοράν, ὡς οὐ προσηκόντως τῷ Φωκίωνι συναπολλύμενος, ‘εἶτα
οὐκ ἀγαπᾷς,’ εἶπεν, ‘ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.