Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῦτον οὔτε τἆλλα σπουδαῖον ἄνδρα γενέσθαι
φασί, καὶ παιδίσκης ἐρῶντα παρὰ πορνοβοσκῷ
τρεφομένης κατὰ τύχην Θεοδώρῳ τῷ ἀθέῳ παραγενέσθαι
λόγον ἐν Λυκείῳ διαλεγομένῳ τοιοῦτον
‘εἰ τὸ
φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ
τὸ φίλην ὁμοίως: εἰ δὲ μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ
ἑταίραν:’ θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν
τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν.
ἀλλὰ τὰ μὲν περὶ Φωκίωνα πραχθέντα τῶν περὶ Σωκράτην πάλιν ἀνέμνησε τοὺς Ἕλληνας, ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας ταύτης καὶ δυστυχίας τῇ πόλει γενομένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.