Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
‘ὁρῶ σε,’ εἶπεν, ‘ὦ νεανία, χαίροντα τῇ νίκῃ: πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων
[p. 152]
κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν
δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι
μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν:
ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας.’
1
ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν.
1 κατεσκεύακας with Bekker and S: παρεσκεύακας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.