previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρονῶν ἐπ᾽ αὑτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον, μὲν ὡς μόνος, δὲ ὡς μόνῳ διαγωνίσαιτο. [2] τὸ μὲν οὖν τέλος ἀμφίδοξον ἔσχεν ἀγών: ἑκατέρου γὰρ θάτερον κέρας ἐνίκησε: τῶν δὲ στρατηγῶν πλέον ἠνέγκατο Σερτώριος: ἐτρέψατο γὰρ τὸ [p. 160] καθ᾽ αὑτὸν ἐκεῖνος ἀντιταχθείς. Πομπηΐῳ δὲ ἀνὴρ μέγας ἱππότῃ πεζὸς ἐφώρμησε: συμπεσόντων δ᾽ εἰς τὸ αὐτὸ καὶ γενομένων ἐν λαβαῖς ἀπέσκηψαν αἱ πληγαὶ τῶν ξιφῶν εἰς τὰς χεῖρας ἀμφοῖν, οὐχ ὁμοίως: ἐτρώθη μὲν γὰρ Πομπήϊος μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα, [3] πλειόνων δὲ συνδραμόντων ἐπ᾽ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον. ταῦτα γὰρ διανεμόμενοι καὶ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπελείφθησαν. [4] ἅμα δὲ ἡμέρᾳ παρετάξαντο μὲν ἀμφότεροι πάλιν ἐκβεβαιούμενοι τὸ νίκημα , Μετέλλου δὲ προσιόντος ἀνεχώρησεν Σερτώριος σκεδασθέντι τῷ στρατῷ. τοιαῦται γὰρ ἦσαν αἱ διαλύσεις καὶ πάλιν συνδρομαὶ τῶν ἀνθρώπων ὥστε πολλάκις μόνον πλανᾶσθαι τὸν Σερτώριον, πολλάκις δὲ αὖθις ἐπιέναι μυριάσι πεντεκαίδεκα στρατιᾶς, ὥσπερ χειμάρρουν ἐξαίφνης πιμπλάμενον.

[5] δ᾽ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλ᾽ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου: τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο. [6] διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν [p. 162] πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περιφανῆναι καὶ μεταγαγεῖν ἀπ᾽ ἄλλων εἰς ἄλλους ἀγῶνας, τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσσης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφ᾽ ἑαυτὸν Ἰβηρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: