Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἦν δὲ τῷ
δήμῳ θαῦμα καὶ σιωπὴ πᾶσα, τούς τε ἄρχοντας αἰδὼς ἅμα καὶ χαρὰ πρὸς τὴν ὄψιν ἔσχεν. εἶτα ὁ μὲν πρεσβύτερος ἠρώτησε: ‘πυνθάνομαί σου, ὦ Πομπήϊε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας;’ Πομπήϊος δὲ μεγάλῃ φωνῇ, ‘πάσας,’ εἶπεν, ‘ ἐστράτευμαι, καὶ πάσας ὑπ᾽ ἐμαυτῷ αὐτοκράτορι.’ τοῦτο ἀκούσας ὁ δῆμος ἐξέκραγε, καὶ κατασχεῖν οὐκέτι τὴν βοὴν ὑπὸ χαρᾶς ἦν, ἀλλ᾽ ἀναστάντες οἱ τιμηταὶ προέπεμπον αὐτόν οἴκαδε, χαριζόμενοι τοῖς πολίταις ἑπομένοις καὶ κροτοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.