Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐπεὶ δὲ τῶν συνεστώτων ἔτι καὶ πλανωμένων ἔξω πειρατηρίων ἐνίοις δεηθεῖσιν ἐπιεικῶς ἐχρήσατο καὶ παραλαβὼν τὰ πλοῖα καὶ τὰ σώματα κακὸν οὐδὲν ἐποίησεν, ἐπ᾽ ἐλπίδος χρηστῆς οἱ λοιποὶ γενόμενοι τοὺς μὲν ἄλλους διέφευγον ἡγεμόνας, Πομπηΐῳ δὲ φέροντες ἑαυτοὺς μετὰ τέκνων καὶ γυναικῶν ἐνεχείριζον. ὁ δὲ πάντων ἐφείδετο, καὶ μάλιστα διὰ τούτων τοὺς ἔτι λανθάνοντας ἐξιχνεύων καὶ λαμβάνων ἐκόλαζεν ὡς αὐτοὺς ἑαυτοῖς ἀνήκεστα συνειδότας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.