Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἦν δὲ
Λεύκολλος μὲν ἐν ὑπατείας τε τάξει καὶ καθ᾽ ἡλικίαν πρεσβύτερος, τὸ δὲ τὸν Πομπηΐου μεῖζον ἀξίωμα τοῖς δνσὶ
θριάμβοις. οὐ μὴν ἀλλὰ τὴν πρώτην ἔντευξιν ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ φιλοφρόνως ἐποιήσαντο, μεγαλύνοντες ἀλλήλων τὰ ἔργα καὶ συνηδόμενοι τοῖς κατορθώμασιν ἐν δὲ τοῖς λόγοις πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον συμβάντες, ἀλλὰ καὶ λοιδορήσαντες, ὁ μὲν εἰς φιλαργυρίαν τὸν Λεύκολλον, ὁ δὲ εἰς φιλαρχίαν ἐκεῖνον, ὑπὸ τῶν φίλων μόλις διελύθησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.