Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε δὲ Καῖσαρ ἐλθὼν ἀπὸ στρατείας ἥψατο πολιτεύματος ὃ πλείστην μὲν αὐτῷ χάριν ἐν τῷ παρόντι καὶ δύναμιν εἰσαῦθις ἤνεγκε, μέγιστα δὲ Πομπήϊον ἔβλαψε καὶ τὴν πόλιν. ὑπατείαν μὲν γὰρ μετῄει πρώτην ὁρῶν δὲ ὅτι Κράσσου πρὸς Πομπήϊον διαφερομένου θατέρῳ προσθέμενος ἐχθρῷ χρήσεται τῷ ἑτέρῳ, τρέπεται πρὸς διαλλαγὰς ἀμφοῖν, πρᾶγμα καλὸν μὲν ἄλλως καὶ πολιτικόν, αἰτίᾳ δὲ φαύλῃ καὶ μετὰ δεινότητος ὑπ᾽ ἐκείνου συντεθὲν ἐπιβούλως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.