Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ πρὸς Κίνναν εἰς τὸ στρατόπεδον πορευθεὶς ἐξ αἰτίας τινὸς καὶ διαβολῆς ἔδεισε καὶ ταχὺ λαθὼν ἐκποδὼν ἐποίησεν ἑαυτόν, οὐκ ὄντος ἐμφανοῦς αὐτοῦ θροῦς διῆλθεν ἐν τῷ στρατοπέδῳ καὶ λόγος ὡς ἀνῃρήκοι τὸν νεανίσκον ὁ Κίννας ἐκ δὲ τούτου οἱ πάλαι βαρυνόμενοι καὶ μισοῦντες ὥρμησαν ἐπ᾽ αὐτόν. ὁ δὲ φεύγων καὶ καταλαμβανόμενος ὑπό τινος τῶν λοχαγῶν γυμνῷ τῷ ξίφει διώκοντος προσέπεσε τοῖς γόνασι καὶ τὴν σφραγῖδα προὔτεινε πολύτιμον οὖσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.