Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ Βύβλος ἐχθρὸς ὢν Πομπηΐῳ πρῶτος ἀπεφήνατο γνώμην ἐν συγκλήτῳ Πομπήϊον μόνον ἑλέσθαι ὕπατον: ἢ γὰρ ἀπαλλαγήσεσθαι τῆς παρούσης τὴν πόλιν ἀκοσμίας, ἢ δουλεύσειν τῷ κρατίστῳ. φανέντος δὲ παραδόξου τοῦ λόγου διὰ τὸν εἰπόντα, Κάτων ἀναστὰς καὶ παρασχὼν δόκησιν ὡς ἀντιλέξοι, γενομένης σιωπῆς εἶπε τὴν προκειμένην γνώμην αὐτὸς μὲν οὐκ ἂν εἰσενεγκεῖν, εἰσενηνεγμένῃ δὲ ὑφ᾽ ἑτέρου πείθεσθαι κελεύειν, πᾶσαν μὲν ἀρχήν μᾶλλον αἱρούμενος ἀναρχίας, Πομπηΐου δὲ μηδένα βέλτιον ἄρξειν ἐν ταραχαῖς τηλικαύταις νομίζων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.