Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
πρὸς δὲ τούτοις Ἄππιος ἀφίκετο κομίζων ἐκ Γαλατίας ἣν ἔχρησε Πομπήϊος Καίσαρι στρατιάν: καὶ πολλὰ μὲν ἐξεφλαύριζε τὰς ἐκεῖ πράξεις καὶ λόγους ἐξέφερε βλασφήμους περὶ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἀπείρως ἔχειν ἔλεγε τῆς αὑτοῦ δυνάμεως καὶ δόξης, ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν, ὅταν πρῶτον ὀφθῇ: τοσοῦτον καὶ μίσους πρὸς Καίσαρα καὶ πόθου πρὸς Πομπήϊον ἐνυπάρχειν αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.