previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου τὰς ἐσθῆτας ὡς ἐπὶ πένθει μετεβάλοντο. Μάρκελλος δὲ πρὸς Πομπήϊον δι᾽ ἀγορᾶς ἐβάδιζε τῆς βουλῆς ἑπομένης, καὶ καταστὰς ἐναντίος, ‘κελεύω σε,’ εἶπεν, ‘ Πομπήϊε, βοηθεῖν τῇ πατρίδι καὶ χρῆσθαι ταῖς παρεσκευασμέναις δυνάμεσι καὶ καταλέγειν ἑτέρας.’ τὰ δ᾽ αὐτὰ ταῦτα καὶ Λέντλος ἔλεγε, τῶν ἀποδεδειγμένων εἰς τὸ μέλλον ὑπάτων ἅτερος. [2] ἀρξαμένου δὲ τοῦ Πομπηΐου καταλέγειν οἱ μὲν οὐχ ὑπήκουον, ὀλίγοι δὲ γλίσχρως καὶ ἀπροθύμως συνῄεσαν, οἱ δὲ πλείους διαλύσεις ἐβόων. καὶ γὰρ ἀνέγνω τινὰ Καίσαρος ἐπιστολὴν Ἀντώνιος ἐν τῷ δήμῳ, βιασάμενος τὴν βουλήν, ἔχουσαν ἐπαγωγοὺς ὄχλου προκλήσεις, ἠξίου γὰρ ἀμφοτέρους ἐκβάντας τῶν ἐπαρχιῶν καὶ τὰς στρατιωτικὰς δυνάμεις ἀφέντας ἐπὶ τῷ δήμῳ γενέσθαι καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν. [3] οἱ δὲ περὶ Λέντλον ὑπατεύοντες ἤδη βουλὴν οὐ συνῆγον ἄρτι δὲ ἐκ Κιλικίας ἀφιγμένος Κικέρων ἔπραττε διαλλαγάς, ὅπως Καῖσαρ, ἐξελθὼν [p. 272] Γαλατίας καὶ τὴν ἄλλην στρατιὰν ἀφεὶς πᾶσαν, ἐπὶ δυσὶ τάγμασι καὶ τῷ Ἰλλυρικῷ τὴν δευτέραν ὑπατείαν περιμένῃ. [4] Πομπηΐου δὲ δυσκολαίνοντος ἐπείσθησαν οἱ Καίσαρος φίλοι θάτερον ἀφεῖναι: Λέντλου δὲ ἀντικρούσαντος καὶ Κάτωνος αὖθις ἁμαρτάνειν τὸν Πομπήϊον ἐξαπατώμενον βοῶντος οὐκ ἔσχον αἱ διαλύσεις πέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: