Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἡμέρᾳ δὲ τρίτῃ τὸν μὲν ἄλλον ὄχλον ἐν ταῖς ναυσὶν εἶχεν ἤδη καθ᾽ ἡσυχίαν ἐμβεβηκότα, τοῖς δὲ τὰ τείχη φυλάττουσιν ἐξαίφνης σημεῖον ἄρας καὶ καταδραμόντας ὀξέως ἀναλαβὼν ἀπεπέρασεν. ὁ δὲ Καῖσαρ, ὡς εἶδεν ἐκλελειμμένα τὰ τείχη, τὴν φυγὴν αἰσθόμενος μικροῦ μὲν ἐδέησε διώκων τοῖς σταυροῖς καὶ τοῖς ὀρύγμασι περιπετὴς γενέσθαι, τῶν δὲ Βρεντεσίνων φρασάντων φυλαττόμενος τὴν πόλιν καὶ κύκλῳ περιϊὼν ἀνηγμένους εὗρε πάντας πλὴν δυεῖν πλοίων στρατιώτας τινὰς οὐ πολλοὺς ἐχόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.