Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντιθέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευμένος, ‘τίς ὤν, ὦ ἄνθρωπε,’ ἔφη, ‘ θάπτειν διανοῇ Μάγνον Πομπήϊον;’ ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, ‘ἀλλ᾽ οὐ μόνῳ σοί,’ ἔφη, ‘ τοῦτο τὸ καλὸν ὑπάρξει: κἀμὲ δὲ ὥσπερ εὑρήματος
[p. 324]
εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμφωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.