next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιούτῳ δὴ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, τοῦτο μὲν ὕστερον Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλλέριος ἐκαλεῖτο, Οὐαλλερίου δοκῶν ἀπόγονος εἶναι τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σαβίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον: γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλλάξας ἐκεῖνός ἐστι . [2] τούτῳ δὴ κατὰ γένος προσήκων Οὐαλλέριος, ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δικαίων, ἀφ᾽ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων.

[3] ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλ᾽ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλ᾽ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων [p. 504] τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς, [4] μέχρι μὲν ἐπίδοξος ἦν δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ: δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν. [5] ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλλερίου Ταρκύνιος Κολλατῖνος, Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλλερίου διαφέρων, ἀλλ᾽ οἱ δυνατοί δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: