previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε δὲ καὶ περὶ τὸν δεύτερον ναὸν [p. 540] ὁμοία τύχη γενέσθαι τῆς καθιερώσεως, τὸν μὲν γὰρ πρῶτον, ὡς εἴρηται, Ταρκυνίου κατασκευάσαντος, Ὡρατίου δὲ καθιερώσαντος, ἐν τοῖς ἐμφυλίοις πολέμοις πῦρ ἀπώλεσε: τὸν δὲ δεύτερον ἀνέστησε μὲν Σύλλας, ἐπεγράφη δὲ τῇ καθιερώσει Κάτουλος Σύλλα προ αποθανόντος. [2] τούτου δὲ πάλιν ἐν ταῖς κατὰ Οὐιτέλλιον στάσεσι διαφθαρέντος τὸν τρίτον τῇ πρὸς τἆλλα καὶ τοῦτο χρησάμενος εὐποτμίᾳ Οὐεσπασιανὸς ἐξ ἀρχῆς ἄχρι τέλους ἀναγαγὼν, ἐπεῖδε γενόμενον καὶ φθειρόμενον μετ᾽ ὀλίγον οὐκ ἐπεῖδεν, ἀλλὰ τοσοῦτον εὐτυχίᾳ Σύλλαν παρῆλθεν ὅσον ἐκεῖνον μὲν τῆς ἀφιερώσεως τοῦ ἔργου, τοῦτον δὲ τῆς ἀναιρέσεως προαποθανεῖν. ἅμα γὰρ τῷ τελευτῆσαι Οὐεσπασιανὸν ἐνεπρήσθη τὸ Καπιτώλιον.

[3] δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ συνετελέσθη καὶ καθιερώθη. λέγεται δὲ Ταρκύνιον εἰς τοὺς θεμελίους ἀναλῶσαι λίτρας ἀργυρίου τετρακισμυρίας: τούτου δὲ τοῦ καθ᾽ ἡμᾶς τὸν μέγιστον ἐν Ῥώμῃ τῶν ἰδιωτικῶν πλοῦτον ἐκλογισθέντα τὸ τῆς χρυσώσεως μὴ τελέσαι ἂν ἀνάλωμα, πλέον δισχιλίων καὶ μυρίων ταλάντων γενόμενον. [4] οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες: εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν. ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξυσθέντες οὐ τοσοῦτον ἔσχον γλαφυρίας ὅσον ἀπώλεσαν συμμετρίας καὶ1 τοῦ καλοῦ, διάκενοι [p. 542] καὶ λαγαροὶ φανέντες. [5] μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν βασιλικὴν βαλανεῖον παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον,

οὐ φιλάνθρωπος τύ γ᾽ ἐσσ᾽: ἔχεις νόσον χαίρεις διδούς,
τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη: ‘οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γ᾽ ἐσσί: ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι.’ ταῦτα μὲν οὖν περὶ τούτων,

1 καὶ supplied by Bekker, after G. Hermann; συμμετρίας τοῦ καλοῦ (the symmetry of their beauty).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: