previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς οὖν ἀνέβη πρὸς αὐτὸν Οὐινδίκιος καὶ κατεῖπε πάντα, Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός, ἐκπλαγεὶς καὶ δείσας Οὐαλλέριος οὐκέτι προήκατο τὸν ἄνθρωπον, ἀλλὰ κατακλείσας εἰς τὸ οἴκημα καὶ φύλακα τὴν ἑαυτοῦ γυναῖκα ταῖς θύραις ἐπιστήσας, τὸν μὲν ἀδελφὸν ἐκέλευσε τὴν βασιλικὴν ἔπαυλιν περισχόντα τὰ γράμματα λαβεῖν, ἂν δυνατὸν , καὶ τοὺς οἰκέτας παραφυλάττειν αὐτὸς δὲ πελατῶν τε πολλῶν καὶ φίλων ἀεὶ περὶ αὐτὸν ὄντων καὶ θεραπείας συχνῆς, ἐβάδιζε πρὸς τὴν οἰκίαν τῶν Ἀκυλλίων οὐκ ἔνδον ὄντων [2] διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος διὰ θυρῶν ἐπιτυγχάνει τοῖς γράμμασι κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις, ταῦτα δ᾽ αὐτοῦ πράττοντος οἱ Ἀκύλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμμίξαντες ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς. οἱ δ᾽ ἠμύνοντο, καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες διὰ τῶν στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον. τὰ δ᾽ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων [p. 514] ἐπιλαμβανομένου, καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν ἕλκοντος εἰς τὴν ἀγοράν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: