Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἑαλωκότος δὲ τοῦ ἄστεος ὁ μὲν τύραννος
εἰς τὴν ἀκρόπολιν καταφυγὼν ἐπολιορκεῖτο,
Κουρίωνος ἐπὶ τούτῳ τεταγμένου: καὶ χρόνον
ἐγκαρτερήσας συχνὸν αὐτός ἑαυτὸν ἐνεχείρισε
δίψει πιεσθείς, καὶ τὸ δαιμόνιον εὐθὺς ἐπεσήμηνε:
τῆς γὰρ αὐτῆς ἡμέρας τε καὶ ὥρας ἐκεῖνόν
τε Κουρίων κατῆγε, καὶ νεφῶν ἐξ αἰθρίας συνδραμόντων
πλῆθος ὄμβρου καταρραγὲν ἐπλήρωσεν
ὕδατος τὴν ἀκρόπολιν. εἷλε1 δὲ καὶ τὸν Πειραιᾶ
μετ᾽ οὐ πολὺν χρόνον ὁ Σύλλας, καὶ τὰ πλεῖστα κατέκαυσεν, ὧν ἦν καὶ ἡ Φίλωνος ὁπλοθήκη, θαυμαζόμενον ἔργον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.