Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔπλευσε Γέσκων ναῦς μὲν ἔχων ἑβδομήκοντα,
μισθοφόρους δὲ προσλαβὼν Ἕλληνας, οὔπω πρότερον ' Ἕλλησι χρησαμένων Καρχηδονίων, ἀλλὰ τότε θαυμασάντων ὡς ἀνυποστάτους καὶ μαχιμωτάτους ἀνθρώπων ἁπάντων,
συστάντες δὲ κοινῇ μετ᾽ ἀλλήλων ἅπαντες ἐν τῇ Μεσσηνίᾳ τετρακοσίους τῶν παρὰ Τιμολέοντος ξένων ἐπικούρους πεμφθέντας ἀπέκτειναν, ἐν δὲ τῇ Καρχηδονίων ἐπικρατείᾳ περὶ τὰς καλουμένας Ἱερὰς ἐνεδρεύσαντες τοὺς μετ᾽ Εὐθύμου τοῦ Λευκαδίου μισθοφόρους διέφθειραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.