Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
γενομένου δὲ χλευασμοῦ καὶ γέλωτος ἦν γὰρ ἡ
τελευταία τοῦ μηνὸς ἡμέρα, διηπορημένον αὐτόν ἰδὼν ὁ βασιλεύς καὶ
συμφιλοτιμούμενος ἀεὶ τοῖς μαντεύμασιν ἐκέλευε μηκέτι τριακάδα τὴν ἡμέραν
ἐκείνην, ἀλλὰ τρίτην φθίνοντος ἀριθμεῖν: καὶ τῇ σάλπιγγι σημήνας
ἀπεπειρᾶτο τῶν τειχῶν ἐρρωμενέστερον ἤπερ ἐξ ἀρχῆς διενοήθη. γενομένης
δὲ λαμπρᾶς ἐπιβολῆς καὶ μηδὲ τῶν ἐπὶ στρατοπέδου καρτερούντων, ἀλλὰ
συντρεχόντων καὶ προσβοηθούντων, ἀπεῖπον οἱ Τύριοι: καὶ τὴν πόλιν εἷλε
κατ᾽ ἐκείνην τὴν ἡμέραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.