Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[4]
οὐκ οἶσθα,’ εἶπεν, ‘ὅτι τήν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τήν
Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ᾖ καὶ
δίκαιον;’ τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος τὸ μὲν πάθος
ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον
ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε, καὶ τοῦ Καλλισθένους τήν
ὁμιλίαν, οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

